Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.207 Dem. 19.210 (English) >>Dem. 19.213

19.209τὸ τοίνυν τελευταῖον ἴστε δήπου πρώην ἐν Πειραιεῖ, ὅτʼ αὐτὸν οὐκ εἰᾶτε πρεσβεύειν, βοῶνθʼ ὡς εἰσαγγελεῖ με καὶ γράψεται καὶ ἰοὺ ἰού. καίτοι ταῦτα μέν ἐστι μακρῶν καὶ πολλῶν ἀγώνων καὶ λόγων ἀρχή, ἐκεῖνα δʼ ἁπλᾶ καὶ δύʼ τρίʼ ἴσως ῥήματα, κἂν ἐχθὲς ἐωνημένος ἄνθρωπος εἰπεῖν ἠδυνήθη, “ἄνδρες Ἀθηναῖοι, τουτὶ τὸ πρᾶγμα πάνδεινόν ἐστιν· οὑτοσὶ κατηγορεῖ ταῦτʼ ἐμοῦ ὧν αὐτὸς κοινωνὸς γέγονε, καὶ χρήματʼ εἰληφέναι φησὶν ἐμέ, αὐτὸς εἰληφὼς μετειληφώς.” 19.210τούτων μὲν τοίνυν οὐδὲν εἶπεν οὐδʼ ἐφθέγξατο, οὐδʼ ἤκουσεν ὑμῶν οὐδείς, ἄλλα δʼ ἠπείλει. διὰ τί; ὅτι ταῦτα μὲν αὑτῷ συνῄδει πεπραγμένα, καὶ δοῦλος ἦν τῶν ῥημάτων τούτων. οὔκουν προσῄει πρὸς ταῦθʼ διάνοια, ἀλλʼ ἀνεδύετο· ἐπελαμβάνετο γὰρ αὐτῆς τὸ συνειδέναι. λοιδορεῖσθαι δʼ ἄλλʼ ἄττʼ οὐδὲν ἐκώλυεν αὐτὸν οὐδὲ βλασφημεῖν. 19.211 τοίνυν μέγιστον ἁπάντων, καὶ οὐ λόγος ἀλλʼ ἔργον· βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπηγόρευε μὴ καλεῖν ἔμʼ εἰς τὸ δικαστήριον ὡς δεδωκότʼ εὐθύνας καὶ οὐκ ὄνθʼ ὑπεύθυνον· καὶ τὸ πρᾶγμʼ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο; τῆς προτέρας ἐκείνης πρεσβείας, ἧς οὐδεὶς κατηγόρει, δοὺς λόγον οὐκέτʼ ἐβούλετʼ αὖθις εἰσιέναι περὶ ταύτης ἧς νῦν εἰσέρχεται, ἐν πάντα τἀδικήματʼ ἐνῆν·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.207 Dem. 19.210 (English) >>Dem. 19.213

Powered by PhiloLogic